Δύο λόγοι του αγίου Γρηγορίου του θαυματουργού εις τον Ευαγγελισμόν της υπεραγίας θεοτόκου Παρθένου της Μαρίας.
Λόγος πρῶτος.
Σήμερον ἀγγελικῇ παρατάξει ὑμνῳδίαι φαιδρύνονται, καὶ τὸ φέγγος τῆς τοῦ Χριστοῦ παρουσίας τοῖς πιστοῖς καταλάμπεται.
Σήμερον τὸ ἱλαρὸν ἡμῖν ἔαρ, Χριστὸς ὁ τῆς δικαιοσύνης ἥλιος φαιδρῷ τῷ φωτὶ ἡμᾶς περιέλαμψε, καὶ τὰς τῶν πιστῶν ἐννοίας ἐφώτισε.






