Σάββατο 3 Μαΐου 2014

ΚΥΡΙΑΚΗ ΤΡΙΤΗ Τῶν Μυροφόρων. Ἐκ τοῦ κατά Μάρκον Κεφ. ιε’, 43-47 καί ιστ’, 1-8

ΚΥΡΙΑΚΗ ΤΡΙΤΗ ΑΓΙΟ ΕΥΑΓΓΕΛΙΟ.Τῶν Μυροφόρων.

Ἐκ τοῦ κατά Μάρκον

Κεφ. ιε’, 43-47 καί ιστ’, 1-8

ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ

Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ᾿Ιωσὴφ ὁ ἀπὸ ᾿Αριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ ᾿Ιησοῦ. ῾Ο δὲ
Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν
αὐτὸν εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ ᾿Ιωσήφ. Καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. ῾Η δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ᾿Ιωσῆ ἐθεώρουν ποῦ τίθεται. Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτὸν. Καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. ῾Ο δὲ λέγει αὐταῖς· Μὴ ἐκθαμβεῖσθε· ᾿Ιησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. ᾿Αλλ᾿ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.

ΜΕΤΑΦΡΑΣΗ.

όν καιρό ἐκεῖνο, ὁ Ἰωσήφ ἀπό τήν Ἀριμαθαία, βουλευτής πλού­σιος, πού καί αὐτός προσδοκοῦ-σε τήν βασιλεία τοῦ Θεοῦ, τόλ­μησε καί πῆγε στόν Πιλᾶτο καί τοῦ ἐζήτησε τό σῶμα τοῦ Ἰησοῦ. Ὁ Πιλᾶ­τος ὅμως ἀπό­ρη­σε, γιά τό πῶς πέθανε τόσο γρή­γορα. Καί ἐφώναξε τόν ὑπεύθυνο τοῦ στρατιωτικοῦ ἀποσπάσματος καί τόν ἐρώτησε, ἄν εἶχε πράγ­ματι πεθάνει! Καί ὅταν αὐ-τός τοῦ τό ἐπιβεβαίωσε, ἐχάρισε τό σῶμα στόν Ἰωσήφ.

Τότε ἐκεῖνος, ἀφοῦ ἀγόρασε ἕνα σεντόνι, τόν κατέβασε (ἀπό τόν σταυρό), τόν ἐτύλιξε στό σεντόνι, καί τόν ἔβαλε σέ μνημεῖο πού ἦταν λα­ξεμένο σέ βράχο. Καί ἐκύλισε στήν εἴσοδο τοῦ μνημείου ἕνα μεγάλο λίθο. Ἡ Μαρία ἡ Μαγδαληνή καί ἡ Μαρία τοῦ Ἰωσῆ παρακο­λου­θοῦσαν ποῦ τόν ἐνταφιάζουν.

Καί ἀφοῦ πέρασε τό Σάββατο, ἡ Μαρία ἡ Μαγδαληνή καί ἡ Μαρία τοῦ Ἰακώβου καί ἡ Σαλώμη, ἀγόρασαν ἀρώ-ματα γιά νά πᾶνε στόν τάφο καί νά ἀλείψουν τό σῶμα τοῦ Ἰησοῦ. Καί πολύ πρωΐ τήν ἑπομένη τοῦ Σαββάτου (δηλαδή τήν Κυριακή), ἔφθασαν στό μνημεῖο ὅταν πλέον εἶχε ἀνατείλει ὁ ἥλιος.

Πηγαίνοντας στό μνῆμα σκεφτόντουσαν:

- Ποιός θά μᾶς ἀποκυλίσει τήν μεγάλη πέτρα πού εἶ-ναι στήν εἴσοδο τοῦ μνημείου;

Μόλις ὅμως ἔφτασαν καί μποροῦσαν νά δοῦν, βλέπουν ὅτι ἔχει κυλισθεῖ μακρυά ἡ πέτρα πού ἦταν πράγματι ὑπερβολικά μεγάλη. Ὅταν λοιπόν μπῆκαν στό μνημεῖο, εἶδαν ἕνα νεαρό νά κάθεται στήν δεξιά πλευρά, ντυμένο μέ λευκά ροῦχα καί ἐξεπλάγησαν.

Αὐτός τούς εἶπε:

- Γιατί ἐκπλήττεσθε; Τόν Ἰησοῦν δέν ἀναζητεῖτε τόν Ναζαρηνό, τόν Ἑσταυρωμένοϗ Ἀνεστήθη, δέν εἶναι ἑδῶ. Νά ὁ τόπος πού εἶχαν ἀποθέσει τό σῶμα Του. Πηγαίνετε ὅμως καί πέστε στούς μαθητές Του καί στόν Πέτρο, ὅτι προπορεύεται καί σᾶς περιμένει στήν Γαλιλαία. Ἐκεῖ θά τόν δεῖτε ὅπως σᾶς ἔχει εἰπεῖ,



Τότε οἱ γυναῖκες βγῆκαν ἀπό τό μνημεῖο καί ἔφυγαν τρέχοντας· τίς εἶχε ὅμως καταλάβει τρόμος καί ἔκπληξη τόσο μεγάλη πού δέν εἶπαν σέ κανέναν τίποτε, γιατί φοβόντουσαν.-

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου