Σάββατο 3 Μαΐου 2014

ΚΥΡΙΑΚΗ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ ΑΠΟΣΤΟΛΟΣ.

ΚΥΡΙΑΚΗ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ ΑΠΟΣΤΟΛΟΣ.

Ἰσχύς μου καί ὕμνησίς μου ὁ Κύριος.

Στίχ. Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος.

Πράξεων τῶν Ἀποστόλων τό Ἀνάγνωσμα.
Κεφ. ΣΤ’ 1-7
ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ.

1 Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. 2 προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· Οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. 3 ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ, πλήρεις Πνεύματος ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· 4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. 5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, 6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. 7 καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν Ἰουδαίων ὑπήκουον τῇ πίστει. 8 Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. 9 ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ, 10 καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. 11 τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι Ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν· 12 συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, 13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου· 14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. 15 καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.

ΜΕΤΑΦΡΑΣΗ.

Ἐκεῖνες τίς μέρες, καθώς μεγάλωνε ὁ ἀριθμός τῶν μαθητῶν, ἄρχισαν νά παραπονιοῦνται οἱ ἑλληνόφωνοι πιστοί ἐναντίον τῶν ἑβραιοφώνων, ὅτι στήν καθημερινή διανομή τῶν τροφίμων δέν φρόντιζαν τίς ἑλληνόφωνες χῆρες ὅσο ἔπρεπε. Τότε οἱ δώδεκα ἀπόστολοι σύναξαν ὅλους τούς μαθητές καί τούς εἶπαν: «Δέν εἶναι σωστό ἐμεῖς ν’ ἀφή-σουμε τό κήρυγμα τοῦ λόγου τοῦ Θεοῦ καί νά ἀσχολού-μαστε μέ διανομές τροφίμων. Φροντίστε, λοιπόν, ἀδελφοί, νά ἐκλέξετε ἑφτά ἄνδρες μέ καλή φήμη, γεμάτους ἀπό τή σοφία τοῦ Ἁγίου Πνεύματος. Θά ὁρίσουμε αὐτούς νά κάνουν αὐτό τό ἔργο, κι ἐμεῖς θά ἀφιερωθοῦμε ἀποκλειστικά στήν προσευχή καί στό ἔργο τοῦ κηρύγματος».

Μ’ αὐτά τά λόγια συμφώνησε ὅλη ἡ κοινότητα. Ἔτσι διάλεξαν τόν Στέφανο, ἄνθρωπο γεμάτον πίστη καί Ἅγιο Πνεῦμα· ἐπίσης τόν Φίλιππο, τόν Πρόχορο, τόν Νικάνορα, τόν Τίμωνα, τόν Παρμενᾶ καί τόν Νικόλαο ἀπό τήν Ἀντιόχεια, ὁ ὁποῖος προηγουμένως εἶχε προσχωρήσει στόν Ἰουδαϊσμό.

Ἡ κοινότητα τούς ἔφερε μπροστά στούς ἀποστόλους, οἱ ὁποῖοι προσευχήθηκαν κι ἔβαλαν τά χέρια πάνω στά κεφάλια αὐτῶν τῶν ἑφτά. Στό μεταξύ ὁ λόγος τοῦ Θεοῦ εἶχε μεγάλη διάδοση, ὁ ἀριθμός τῶν μαθητῶν στήν Ἱερουσαλήμ μεγάλωνε πολύ καί πάρα πολλοί Ἰουδαῖοι ἀποδέχονταν τήν πίστη.-


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου