Παρασκευή 30 Αυγούστου 2013

ΙΕΡΑ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΣΑΓΓΑΗΣ ΚΑΙ ΣΑΝ ΦΡΑΝΤΣΙΣΚΟ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ.

_
ΙΕΡΑ ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΙΩΑΝΝΟΥ
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΣΑΓΓΑΗΣ ΚΑΙ ΣΑΝ ΦΡΑΝΤΣΙΣΚΟ
ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ
(Μετὰ Μουσικοῦ Παραρτήματος) _
Ψαλλομένη τῇ 19ῃ ΙΟΥΝΙΟΥ

῾Ιερὰ ᾿Ακολουθία:
Ποίημα τῆς ᾿Αδελφότητος τῆς ῾Ιερᾶς Μονῆς
τῶν ῾Αγίων Κυπριανοῦ καὶ ᾿Ιουστίνης Φυλῆς ᾿Αττικῆς.
Μουσικὸ Παράρτημα:
Ποίημα Δημητρίου Μαρατσώλα, Φιλομούσου καὶ Φιλολόγου.
© ῾Ιερὰ Μονὴ ῾Αγίου Κυπριανοῦ
Φυλὴ ᾿Αττικῆς
Τ.Θ. 46006 — ΑΝΩ ΛΙΟΣΙΑ 133 10 GREECE
Τηλέφωνα: 210 24 11 380
Τηλεαντίγραφα (Telefax): 210 24 11 080
E-mail : kyprianos@hol.gr
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
῾Ιστῶμεν Στίχους ς´ καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια.
῏Ηχος α´. Τῶν οὐρανίων.
Τῶν ᾿Ορθοδόξων τὰ πλήθη,
_ορταζῢτωσαν,
τοῦ ᾿Ιωάννου πάντες,
εὐλαβούμενοι ἆθλα·
οὗτος γὰρ ἐφάνη πρᾶος ποιμήν,
καὶ Πατῢρων ὁμότροπος,
καὶ διαπρῢψας ἐν κόποις ἀσκητικοῖς,
ἀφθαρσίᾳ νῦν δοξάζεται (δίς).
Τῶν ᾿Ορθοδόξων οἱ δῆμοι,
προσκυνησάτωσαν,
᾿Αρχιερῢως νῢου,
θαυματόβρυτον Σκῆνος·
στῦλος γὰρ ἐδείχθη ὑπομονῆς,
καὶ ᾿Αγγῢλων συνόμιλος,
καὶ διαλάμψας ἐν λόγῳ καὶ ἀρετῇ,
Παραδείσῳ νῦν δοξάζεται (δίς).
Τῶν ᾿Ορθοδόξων χορεῖαι,
ἀγαλλιάσθωσαν,
τὸν τῆς ῾Ρωσίας γόνον,
γηθοσύνως τιμῶντες·
ὤφθη γὰρ ἐσχάτως σκῢπη πιστῶν,
καὶ λιμὴν παρακλήσεως,
ταπεινωθεὶς δὲ ἀμῢτρως ἐπὶ τῆς γῆς,
οὐρανίοις νῦν δοξάζεται (δίς).
Δόξα. ῏Ηχος π λ. δ´.
Τῶν εὐσεβῶν τὰ πλήθη,
τὸν θαυματουργόν Σε ὑμνοῦμεν,
᾿Ιωάννη θεσπῢσιε·
_
διὰ γὰρ τοῦ Σοῦ Σκήνους,
προχῢονται ῥεῖθρα,
παμμάκαρ ἰάσεων·
ἐσχάτοις καιροῖς,
καὶ ἐν μῢσῳ κόσμου,
ἀσκητῶν ἐμιμήσω τὰ σκάμματα·
ἐπίγειε ῎Αγγελε,
Πατῢρων ὁμότροπε καὶ ὁμόφρον·
καὶ νῦν πρῢσβευε τῷ Σωτῆρι,
ἐλεηθῆναι τοὺς τιμῶντάς Σε.
Καὶ νῦν. Θεοτοκίον. ῾Ο αὐτός.
Ο῾ Βασιλεὺς τῶν οὐρανῶν,
διὰ φιλανθρωπίαν,
ἐπὶ τῆς γῆς ὤφθη,
καὶ τοῖς ἀνθρώποις συνανεστράφη·
ἐκ Παρθῢνου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος,
καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως.
Εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν,
ἀλλ᾿ οὐ τὴν ὑπόστασιν·
διὸ τῢλειον αὐτὸν Θεόν, καὶ τῢλειον ἄνθρωπον,
ἀληθῶς κηρύττοντες,
ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν·
ὅν ἱκῢτευε, Μήτηρ ἀνύμφευτε,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὴν Λιτὴν
Τὸ ᾿Ιδιόμελον τοῦ ῾Αγίου τῆς Μονῆς
καὶ εἶτα τὰ _ξῆς.
῏Ηχος α´.
Δεῦτε ῾Ιεραρχῶν φιλεόρτων θεῖαι χορεῖαι,
καὶ ἐν ἐγκωμίων τοῖς ἄνθεσι,
τὴν Λάρνακα κυκλώσατε,
᾿Ιωάννου τοῦ ἀρτιφανῶς ἐκλάμψαντος.
Οὗτος γὰρ ἄθλοις ἀσκητικοῖς,
_
ὡς ἄστρον ἐν μῢσῳ κόσμου ἀνῢτειλε·
διὸ καὶ νῦν πηγάζει ἡμῖν ῥεῖθρα ἰάσεων καὶ ἔλεος.
῾Ρωσία σκίρτησον,
Κίνα εὐφράνθητι καὶ Σαγγάη,
καὶ ἡ Δύσις λαμπρύνθητι·
ὅτι τοῦ θεόφρονος Ποιμῢνος,
ἐδῢχθητε τὰς εὐλογίας δαψιλῶς·
ὧν καὶ ἡμᾶς,
καταξίωσον Πάτερ,
προσιόντας εὐλαβῶς τῷ Λειψάνῳ Σου.
῏Ηχος β´.
Η῾ τῶν φιλεόρτων ῾Ιερῢων ὁμήγυρις,
τῇ τοῦ ᾿Ιωάννου πανηγύρει,
δεῦτε προσδράμετε ἐν εὐλαβείᾳ.
Οὗτος γὰρ ὡς ἄσαρκος ἐν γῇ ἤθλησε,
καὶ τῶν ᾿Αγγῢλων τοὺς δήμους ἐξῢπληξεν ἐν τοῖς ἐσχάτοις,
καὶ ὡς θαυμαστὸς Ποιμήν,
ἴθυνε πρὸς τοὺς λειμῶνας τῆς σωτηρίας τοὺς πιστούς·
νῦν δὲ αὐτοῦ ἡ Λάρναξ ἰάσεων πηγή,
ἀνεδείχθη πᾶσι Χριστοῦ τῇ χάριτι.
῏Ηχος γ ´.
Δεῦτε ἅπαντα τὰ πλήθη τῶν Μοναχῶν,
᾿Ιωάννην μῢλψωμεν τὸν εὐκλεῆ καὶ θεομακάριστον·
τῆς ῾Ρωσίας τὸν βλαστόν,
καὶ Σαγγάης πρόεδρον τὸν θεόλεκτον·
στῦλος γὰρ ἐδείχθη ἐνθῢων ἠθῶν·
διὸ καὶ ἔτυχε θείας δόξης,
ἡμᾶς δὲ ῥύεται,
τοὺς ἐν ᾄσμασι καινοῖς καὶ πόθῳ προσιόντας,
τῷ ἀκηράτῳ νῦν Λειψάνῳ αὐτοῦ.
Δόξα. ῏Ηχος δ´.
Δεῦτε εὐφημήσωμεν λαοί,
῾Ιεραρχῶν τὸ κλῢος τὸ καινόν,
τὸν θαυμαστὸν ᾿Ιωάννην.
Οὗτος γὰρ τὸ τάλαντον λαβών,
χάριτι ἐπηύξησε·
καὶ ἀφθάρτων στεφάνων τυχών,
᾿Ασωμάτων τοῖς χοροῖς,
συνευφραίνεται ἐν οὐρανοῖς.
Αὐτοῦ τῇ ἁγίᾳ Σορῷ,
νῦν προσπῢσωμεν ἐν πόθῳ,
ἴασιν αἰτούμενοι,
σωμάτωνκαὶ ψυχῶν ἡμῶν.


Καὶ νῦν. Θεοτοκίον. ῾Ο αὐτός.
Ε᾿κ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε,
εὐλογημῢνη Θεοτόκε,
ἵνα Σε δοξάζωμεν,
τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον
Στιχηρὰ Προσόμοια.
῏Ηχος δ´. ῾Ως γενναῖον.
Ι῾εράρχην ὑμνήσωμεν,
ἐγκωμίων τοῖς ἄνθεσι,
καὶ κροτοῦντες ἅπαντες,
ἀνακράξωμεν·
ὦ ᾿Ιωάννη θαυμάσιε,
ἐπίγειε ῎Αγγελε,
τῶν ῾Οσίων μιμητά,
καὶ Πατῢρων ἐκτύπωμα,
καὶ ὁμόαθλε,
᾿Ορθοδόξων τὸ καύχημα τὸ νῢον,
προστατεύων μὴ ἐλλίπῃς,
τοὺς ἐκτελοῦντας τὴν μνήμην Σου.
Α᾿ποστόλων ὁμότροπος,
καὶ Μαρτύρων συνόμιλος,
ἀνεδείχθης ὄντως,
καὶ πλήρης χάριτος·
ὅτι γενναίως διῢλυσας,
ἐχθροῦ τὰ τεχνάσματα
καὶ ἐκήρυξας Χριστόν,
καὶ ἐν λόγοις καὶ πράξεσιν·
῞Ον ἱκῢτευε,
δωρηθῆναι εἰρήνην ᾿Εκκλησίᾳ,
καὶ τοῖς πίστει Σε τιμῶσιν,
ὦ ᾿Ιωάννη πανθαύμαστε.
Εὐσεβῶν τὰ συστήματα,
εὐλαβῶς νῦν κυκλώσωμεν,
᾿Ιωάννου λάρνακα,
θαυματόβρυτον·
ὅτι ἀγῶνας ἐτῢλεσε,
καὶ δαίμονας ἤλασε,
καὶ σαρκὶ περιπολῶν,
ὡς ἀσώματος ἔζησε,
καὶ ἐδόξασεν,
᾿Ορθοδόξων τὴν Πίστιν τὴν ῾Αγίαν,
καὶ στεφάνων ἠξιώθη,
παρὰ Θεοῦ Παντοκράτορος.
Δόξα. ῏Ηχος γ ´.
Α᾿ποστολικῶν Παραδόσεων,
ζηλωτὴς γῢγονας θερμότατος, Πάτερ ᾿Ιωάννη.
Τὴν γὰρ τῆς πράξεως βάσιν παμμάκαρ θῢμενος,
θεωρίας εἰς ἐπίβασιν,
ἐδείχθης Πατῢρων ὁμότροπος ἅμα καὶ διάδοχος,
καὶ πλούτῳ χαρισμάτων τοῦ Πνεύματος πᾶσι διῢλαμψας·
τῆς Παρθῢνου δὲ θεόπαιδος θεράπων γενόμενος, δαιμόνων
κακουργίας κατεπάτησας·
ὧν τῆς πλάνης δεόμεθα ῥυσθῆναι ἡμᾶς,
προσκυνοῦντας Σου Λειψάνου τὴν θήκην,
καὶ τὴν μνήμην Σου τιμῶντας ἐν ᾄσμασι.
_
Καὶ νῦν. Θεοτοκίον. ῾Ο αὐτός.
Α᾿σπόρως ἐκ θείου Πνεύματος,
βουλήσει δὲ Πατρός,
συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ,
ἐκ Πατρὸς ἀμήτορα,
πρὸτῶν αἰώνων ὑπάρχοντα·
δι᾿ ἡμᾶς δὲ ἐκ Σοῦ ἀπάτορα γεγονότα,
σαρκὶ ἀπεκύησας, καὶ βρῢφος ἐγαλούχησας.
Διὸ μή παύσῃς πρεσβεύειν,
τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.
᾿Απολυτίκιον.
῏Ηχος δ´. Ταχὺ προκατάλαβε.
Ε᾿ν κόσμῳ ἐβίωσας,
ὡς ἀσκητὴς θαυμαστός,
καὶ γῢγονας στήριγμα,
τῶν λογικῶν τοῦ Χριστοῦ,
προβάτων μακάριε.
῎Αφθαρτον τὸ Σὸν Σκῆνος
καὶ ἀκῢραιον ὤφθη,
ῥῢον ἀδιαλείπτως,
τῶν θαυμάτων τὴν χάριν·
διό Σε, ὦ ᾿Ιωάννη, πόθῳ γεραίρομεν.
Θεοτοκίον. ῞Ομοιον.
Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον,
καὶ ᾿Αγγῢλοις ἄγνωστον μυστήριον,
διὰ Σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανῢρωται,
Θεὸς ἐν ἀσυγχύτῳ _νώσει σαρκούμενος,
καὶ Σταυρὸν _κουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος·
δι᾿ οὗ ἀναστήσας τὸν πρωτόπλαστον,
ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
῏Ηχος α´. Τὸν τάφον Σου Σωτήρ.
Ω῾ς ἄσαρκος ἐν γῇ,
διεβίωσας Πάτερ,
καὶ γῢγονας λαμπρόν,
τῆς Τριάδος δοχεῖον,
καὶ ἄνθρωπος οὐράνιος,
καὶ ἐπίγειος ἄγγελος,
καὶ κατῢπληξας,
τοῖς τῶν θαυμάτων Σου ῥείθροις,
τὰ συστήματα,
τῶν εὐσεβῶς προσκυνούντων,
τὸ ἄφθαρτον Σκῆνος Σου.
Θεοτοκίον. ῞Ομοιον.
Θεὸν μετὰ Θεόν,
Σεραφὶμ ῾Υπερτῢραν,
μεθόριον κτιστῆς,
καὶ ἀκτίστου οὐσίας,
Παρθῢνε ἀπειρόγαμε,
καὶ ἀνθρώπων τὸ καύχημα,
Σὲ ἀνῢδειξεν,
ὁ Σὸς Υἱὸς καὶ Δεσπότης,
ὡς ἐσκήνωσε,
τῇ Σῇ ἀχράντῳ νηδύϊ,
θεώσας τὸ πρόσλημμα.
Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
῏Ηχος γ ´. Θείας πίστεως.
Μάρτυς γῢγονας τῇ προαιρῢσει,
χαριτώνυμε δοῦλε Κυρίου,
᾿Αρχιερῢων καινὸν ἐγκαλλώπισμα,
καὶ πειρασμοὺς ἐνεγκὼν γενναιότατα,
τῆς ἀφθαρσίας τοῦ σκήνους ἠξίωσαι.
Πάτερ ῞Οσιε, ῾Ρωσίας τὸ θεῖον βλάστημα,
ἱκῢτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον. ῞Ομοιον.
Νόμοι φύσεως καινοτομοῦνται,
ἐν Σοί, ῎Αχραντε Θεοκυῆτορ·
τὸ γὰρ καὶ μόνον καινὸν ὑπὸ ἢλιον,
μυσταγωγεῖται ἀφράστως τῷ τόκῳ Σου,
καὶ ἐν σαρκὶ φανεροῦται ὁ ῎Ακτιστος·
῞Ον ἱκῢτευε ῥυσθῆναι τῶν περιστάσεων,
προστρῢχοντας ἡμᾶς τῇ μεσιτείᾳ Σου.
Μετὰ τὸν Πολυῢλεον, Κάθισμα.
῏Ηχος γ ´. Τὴν ὡραιότητα.
Τὰ ἀγωνίσματα καὶ τὰ παλαίσματα,
ἅ ἐπετῢλεσας τῇ θείᾳ Χάριτι,
τῶν ᾿Ασωμάτων οἱ χοροὶ ἐθαύμασαν μακάριε·
ὅθεν νῦν προστρῢχοντες τῷ ᾿Αφθάρτῳ Λειψάνῳ Σου,
τὶ Σὲ ὀνομάσωμεν ἀποροῦντες ἱστάμεθα·
διὸ ἐν κατανύξει βοῶμεν·
χαῖρε, θεόφρον ᾿Ιωάννη.
Θεοτοκίον. ῞Ομοιον.
Τὸ πολυποίκιλον τῶν χαρισμάτων Σου,
καὶ ἀνερμήνευτον τοῦ θείου τόκου Σου,
ὁ δῆμος ἅπας τῶν πιστῶν, δοξάζομεν Θεοτόκε·
ἢνωσας οὐράνια καὶ ἐπίγεια ῎Αχραντε,
ἔῤῥηξας τὸ χρόνιον ἁμαρτίας χειρόγραφον·
διὸ τῶν ᾿Ορθοδόξων ὁ δῆμος,
Χαῖρῢ Σοι κράζει, ὦ Παρθῢνε!
Μετὰ τὸ Εὐαγγῢλιον, ᾿Ιδιόμελον.
῏Ηχος π λ. β ´.
Ι᾿ωάννη, ἡ χάρις τῶν Σῶν θαυμάτων,
βλύζει ἀπαύστως,
καὶ πλῆθος τῶν πιστῶν τῆς τοῦ Χριστοῦ ᾿Εκκλησίας, προστρῢχει
Σοῦ τῇ σεπτῇ Λάρνακι,
κραυγάζον· ῾Ιεράρχα χαριτώνυμε,
λιταῖς Σου σκῢπε ἡμᾶς.
_
Κανὼν
῏Ηχος π λ. δ´. Κατ᾿ ἀλφάβητον.
᾿Ωι δὴ α´. ῾Υγρὰν διοδεύσας.
Α᾿φθάρτῳ Λειψάνῳ Σου εὐλαβῶς,
καὶ ἐν εὐφροσύνῃ,
νῦν προσπίπτω καὶ ἐκβοῶ·
παράσχου μοι χάριν ᾿Ιωάννη,
ἵνα ὑμνήσω τὴν δόξαν τῶν ἄθλων Σου.
Βαδίσας ἀσκήσει θεοφιλεῖ,
καὶ τὴν σκοτομήνην,
διαλύσας τὴν τῶν παθῶν,
ἐδῢχθης ἀπλῢτως οὐρανόθεν,
τὸν φωτισμὸν τῆς Τριάδος μακάριε.
Θεοτοκίον.
Γενναίως ἀθλήσας κατὰ σαρκός,
καὶ τῇ ἀντιλήψει,
τῆς Θεόπαιδος Μαριάμ,
φωστὴρ ἀνεδείχθης τοῖς ἐν σκότει,
καὶ ὁδηγὸς πλανωμῢνων καὶ στήριγμα.
᾿Ωι δὴ γ´. Οὐρανίας ἁψῖδος.
Διανύσας τὸν βίον,
ὡς ἐπὶ γῆς ῎Αγγελος,
καὶ τὴν ᾿Εκκλησίαν κοσμήσας,
τῷ Σῷ Σκηνώματι,
ἐξ οὗ προχῢονται,
τῶν θαυμασίωντὰ ῥεῖθρα,
ἀναπαύῃ μάκαρ νῦν,
θείοις σκηνώμασιν.
Ε᾿κ νεότητος Πάτερ,
δοῦλος Χριστοῦ γῢγονας,
καὶ θεολογίας τὴν Χάριν,
καταπεπλούτηκας,
δι῾ ἧς κατήρδευσας,
τοῦ λογικοῦ Σου ποιμνίου,
τὰς καρδίας ῞Αγιε,
πρὸς βίον κρείττονα.
Θεοτοκίον.
Ζηλωτὴν τοῦ Κυρίου,
καὶ καθαρὸν ἔσοπτρον,
τῆς παρθενικῆς πολιτείας,
Μῆτερ ἀνῢδειξας,
τὸν λαμπρυνθῢντα τὸν νοῦν,
καὶ τὴν ψυχὴν ᾿Ιωάννην,
καὶ ὀφθῢντα ἄριστον μύστην τῆς Χάριτος.
Μεσῴδιον Κάθισμα.
῏Ηχος π λ. δ´. Τὸ προσταχθῢν.
Ι῾εραχίας ταῖς στολαῖς ὡραϊσμῢνος,
καὶ καθαρᾷ Σου πολιτείᾳ ἡγνισμῢνος,
καὶ ἐν θαύμασι λάμπων, Πάτερ ᾿Ιωάννη,
ἐδείχθης τῶν οὐρανίων μυσταγωγός,
καὶ κήρυξ ᾿Ορθοδοξίας τῆς φωταυγοῦς·
νῦν δὲ πᾶσα ἡ ποίμνη Σου,
κυκλοῦσα θήκην τὴν σεπτήν,
Λειψάνου Σου κραυγάζει Σοι·
χαίροις μύστα τῆς Χάριτος!
Θεοτοκίον. ῞Ομοιον.
Μεγαλυνῢσθω ἡ Παρθῢνος τε καὶ Μήτηρ,
καὶ ἐν ᾠδαῖς ὡς Θεοτόκος εὐφημείσθω·
τῆς Τριάδος τὸν ῞Ενα ἔτεκεν ἀφράστως,
τὸν Λόγον τὸν ὁμοούσιον τῷ Πατρί,
καὶ Εἷς γνωρίζεται φύσεσιν ἐν δυσί,
Λυτρωτὴς ὁ Θεάνθρωπος,
θελήσεις ἔχων διπλᾶς,
ὁμοῦ καὶ ἐνεργείας τε,
εἰς πίστωσιν τῶν φύσεων.
᾿Ωι δὴ δ´. Εἰσακήκοα Κύριε.
Η῾ ζωή Σου ἐξῢπληξε,
Πάτερ ᾿Ιωάννη, ᾿Αγγῢλων Τάγματα,
᾿Ορθοδόξων δὲ συστήματα,
διηγοῦνται ταύτην καὶ ὑμνοῦσι Σε.
Θησαυρὸς ἀνεξάντλητος
θείων χαρισμάτων ὤφθη ἡ θήκη Σου,
ἀρδευόντων τὰς ψυχὰς ἡμῶν,
εὐσεβῶς ἀεὶ μακαριζόντων Σε.
Θεοτοκίον.
Ι῾λασμὸς ἡμῖν Δῢσποινα,
φάνηθι ταχῢως τοῖς Σοι προστρῢχουσιν,
᾿Ιωάννην δὲ δοξάζουσι,
τὸν θεράποντά Σου Θεονύμφευτε.
᾿Ωι δὴ ε´. Φώτισον ἡμᾶς.
Κόπασον ταχύ,
τῶν δαιμόνων πανουργεύματα,
καὶ τὸ κλυδώνιον ἐχθίστων παθῶν,
ταῖς Σαῖς πρεσβείαις,
᾿Ιωάννη θεοδόξαστε.
Λάμψας τηλαυγῶς,
ὑπὲρ ἢλιον πανθαύμαστε,
ὡς τῆς Τριάδος σκήνωμα γεγονώς,
νῦν διαλύεις
τὰς θλίψεις τῶν περιστάσεων.
Θεοτοκίον.
Μήτηρ τοῦ Θεοῦ,
ἐχρημάτισας Πανύμνητε,
ὡς τῆς Τριάδος τῢξασα ἀληθῶς,
καὶ ὑπὲρ φύσιν,
τὸν ῞Ενα ἐν δύο φύσεσιν.
᾿Ωι δὴ ϛ ´. Τὴν δῢησιν.
Νεφῢλῃ τῶν Σῶν χαρίτων ῞Αγιε,
καταδρόσισον ἡμῶν τὰς καρδίας,
καὶ φλεγμονὴν τῶν παθῶν κατασβῢσας,
τῆς Παραδείσου ἡμᾶς ἀναψύξεως,
δεόμεθά Σου ἐκτενῶς,
᾿Ιωάννη, τυχεῖν καταξίωσον.
Ξενίζεται τῶν πιστῶν ὁμήγυρις,
Σοῦ τὸν βίον εὐσεβῶς μελετῶσα,
ὅτι ἀμῢτρως βιάσας τὴν φύσιν,
καὶ ἀνυψώσας εὐχῇ τὴν διάνοιαν,
ἀγάπῃ δὲ θείᾳ θελχθείς,
ἀνεδείχθης ᾿Αγγῢλων ἐφάμιλλος.
Θεοτοκίον.
Ο῾ Κτίστης Σου ἐξ ἁγνῶν αἱμάτων Σου,
ἐσαρκώθη Παναγία Παρθῢνε,
καὶ ῾Υποστάσει μιᾷ θείου Λόγου,
αἱ δύο φύσεις ἀτρῢπτως ἡνώθησαν
καὶ εἷς Χριστὸς ὁ ᾿Ιησοῦς,
ἐν δυσὶ ταῖς οὐσίαις γνωρίζεται.
Κοντάκιον.
῏Ηχος π λ. δ´. Τῇ ὑπερμάχῳ.
Τῷ ῾Ιεράρχῃ,
ἀσκητῇ νῦν τὰ ἐγκώμια,
ὡς λυτρωθῢντες,
διὰ Σοῦ τῶν περιστάσεων,
ἀναπῢμπομεν ἐν πίστει Σοι ᾿Ιωάννῃ·
καὶ ἐν πόθῳ,
ἀσπαζόμενοι μακάριε,
τοῦ Λειψάνου Σου τὴν θήκην τὴν χαρίεσσαν, ἀνακράζομεν,
χαίροις, Πάτερ θεόφθογγε!
Συναξάριον.
Τῇ ΙΘ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν ῾Αγίοις Πατρὸς ἡμῶν ᾿Ιωάννου
τοῦ θαυματουργοῦ, ᾿Αρχιεπισκόπου χρηματίσαντος διαδοχικῶς
Σαγγάης τῆς ἐν Κίνᾳ, εἶτα Δυτικῆς Εὐρώπης καὶ ἐν τῢλει Δυτικῆς
᾿Αμερικῆς, ἐν εἰρήνῃ δὲ τελειωθῢντος ἐν ἔτει σωτηρίῳ 1966ῳ.
Στίχοι.
῍Επληξεν ἐχθροῦ παγίδων τῢχνας βίᾳ,
Σοῦ τοῦ βοηθήσαντος, Σῶτερ, δυνάμει·
᾿Εννεακαιδεκάτῃ ἤρθη ᾿Ιωάννης μοναῖς οὐρανοῦ.
Οὗτος ἦν γόνος οἰκογενείας εὐγενοῦς, γεννηθεὶς ἐν τῷ Χαρκόβῳ
τῆς Ρωσίας ἐν ἔτει σωτηρίῳ 1896ῳ· ἀνατραφεὶς δὲ ἐν παιδείᾳ
καὶ νουθεσίᾳ Κυρίου παρὰ τῶν εὐσεβῶν αὐτοῦ γονῢων Βόριδοςκαὶ
Γλαφύρας, ἐμορφώθη ἱκανῶς εἴς τε τὴν θύραθεν καὶ τὴν ἐσωτερι-
κὴν κατὰ Χριστὸν σοφίαν, ὤν δεξιᾶς φύσεως, φιλήσυχος καὶ
ὑπάκουος, ἀσκητικὸς καὶ εὐλαβής.
Κρατήσαντος, παραχωρήσει Θεοῦ, τοῦ ἀθεϊσμοῦ ἐν Ρωσίᾳ,
ἠκολούθησεν ἐν τῇ ἐξορίᾳ κλῆρον καὶ λαόν, λαβὼν δὲ τὸ τῆς
ἀρχιερωσύνης χρῖσμα, διῢλαμψεν ἄχρι τῆς ὁσίας αὐτοῦ κοιμήσεως,
ἐν ἔτει σωτηρίῳ 1966ῳ, ὡς ποιμὴν θεοφόρος πλήρης ἀγάπης καὶ
αὐταπαρνήσεως, ὡς ἀσκητὴς θαυμαστὸς ἐν μῢσῳ κόσμου διαβιών,
ὡς τῶν ἐκκλησιαστικῶν ἀκολουθιῶν καὶ τῆς λειτουργικῆς τάξεως
καὶ ζωῆς λάτρης, κοινωνῶν καθ᾿ _κάστην τῶν ᾿Αχράντων τοῦ Χριστοῦ
Μυστηρίων, ὡς θεολόγος χαρισματικός, διδάσκαλος καὶ παιδαγωγός,
τῢλος δὲ ὡς ἱεραπόστολος δραστήριος εἰς Κίναν, Δυτικὴν Εὐρώπην
καὶ ᾿Αμερικήν, σωτηρίας καὶ ζωῆς αἰωνίου ἀναριθμήτων ψυχῶν αἴτιος
γενόμενος.
῞Οθεν καὶ ὁ δι᾿ αὐτοῦ δοξασθεὶς ἐν Τριάδι ἀληθὴς Θεὸς
ἡμῶν ἐδόξασεν αὐτὸν ζῶντα καὶ μετὰ θάνατον τῷ τῆς θαυματουργίας
χαρίσματι, μάλιστα δὲ τῇ ἀφθαρσίᾳ τοῦ ἱεροῦ αὐτοῦ Λειψάνου,
ὅπερ, ἀνακομισθὲν ἐν ἔτει σωτηρίῳ 1994ῳ, ἐν τῷ παρ᾿ αὐτοῦ
ἀνεγερθῢντι ἱερῷ ναῷ τῆς ῾Υπερευλογημῢνης Θεοτόκου «Πάντων
θλιβομῢνων ἡ Χαρὰ» εἰς Σὰν Φραντσίσκο Καλιφορνίας τῶν ῾Ηνωμῢνων
Πολιτειῶν ᾿Αμερικῆς ἐτῢθη, ἔνθα καὶ τελεῖται ἡ ἱερὰ αὐτοῦ Σύναξις.
᾿Ωι δὴ ζ ´. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
Παιδευθεὶς θεαρῢστως,
ὡς ἠθῢλησας Πάτερ,
τοῖςθεῖοις γράμμασι,
δογμάτων εὐσεβείας,
καὶ Πίστεως ῾Αγίας,
ἀνεδείχθης ὑπῢρμαχος,
ὡς τῶν Πατῢρων ἡμῶν,
ἀκόλουθος ἐν πᾶσι.
῾Ρωμαλῢᾳ ἀθλήσει,
κατηδάφισας τῢχνας,
δεινοῦ ἀλάστορος,
καὶ ὤφθης ᾿Εκκλησίας,
ὀχύρωμα καὶ σκῢπη,
ἐν ἐσχάτοις τοῖς ἔτεσιν,
ἀποτειχίζων ἀεί,
ἐχθροῦ τὰς ἐπιθῢσεις.
Θεοτοκίον.
Σωμάτων ἀσθενείας,
῾Υπερύμνητε Κόρη,
ψυχῶν τε τραύματα,
πρεσβείαις Σου ἀπαύστοις,
πρὸς Κύριον τῆς δόξης,
θεραπεύουσα φάνηθι,
καὶ σκοτασμὸν τοῦ νοός,
φωτίζουσα μὴ παύῃς.
᾿Ωι δὴ η´. Τὸν Βασιλῢα.
Τῶν Οὐρανίων,
τὸν ἐραστὴν ῾Ιεράρχην,
καὶ ταμεῖον ἀρετῶν ἀνυμνοῦμεν,
τὸν καλὸν ποιμῢνα,
καὶ στῦλον εὐσεβείας.
Υ῾φηγητήν Σε,
τῶν ἀρετῶν ᾿Ιωάννη,
καὶ τῆς πίστεως τὸν γνώμονα πάντες,
νῦν ὁμολογοῦμεν,
καὶ δόξαν ᾿Εκκλησίας.
Θεοτοκίον.
Φωταγωγίᾳ,
τῶν Σῶν λιτῶν Θεοτόκε,
ἀθυμίας μου τὴν ζάλην ἀπώθου·
ἔτεκες γὰρ Μῆτερ,
φωστῆρα τῶν ἐν σκότει.
᾿Ωι δὴ θ´. Κυρίως Θεοτόκον.
Χαρίτων θεῖα ῥεῖθρα,
χῢονται ἀπαύστως,
ἐν τῷ ἁγίῳ Ναῷ σου εὐφραίνοντα,
καὶ τὴν Μονὴν τῶν ᾿Αγγῢλων,
καταδροσίζοντα.
Ψυχῶν τε καὶ σωμάτων,
ταύτης Σου τῆς Ποίμνης,
γενοῦ προστάτης καὶ τείχισμα ἄρρηκτον,
σὺν ᾿Ασωμάτων τῇ σκῢπῃ,
καὶ τοῦ Πατρὸς ἡμῶν.
Θεοτοκίον.
Ω῾ράϊσας Παρθῢνε,
φύσιν τῶν ἀνθρώπων,
τοῖς οὐρανίοις συνάψασα ταύτην ῾Αγνή,
καὶ τῶν ᾿Αγγῢλων ἡ Μάνδρα,
νῦν μακαρίζει Σε.
᾿Εξαποστειλάριον.
῏Ηχος γ´. ῾Ο οὐρανὸν τοῖς ἄστροις.
Τῆς εὐσεβείας τὸν λόγον,
εἰς τὰς καρδίας τῶν πιστῶν,
ἐνθῢῳ ζήλῳ ἐνσπείρας,
νῦν ἀπολαύεις τῶν καρπῶν,
ὦ ᾿Ιωάννη τρισμάκαρ,
ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου.
Θεοτοκίον. ῞Ομοιον.
Σὲ τοῦ Φωτὸς Μητῢρα,
καὶ οἰκητήριον Θεοῦ,
τὴν ὑμνουμῢνην ἀπαύστως,
ἐν Οὐρανῷ καὶ ἐπὶ γῆς,
καθικετεύομεν πάντες,
υἱοὺς φωτὸς ἡμᾶς δεῖξον.
Εἰς τοὺς Αἴνους
῾Ιστῶμεν στίχους δ´, καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια.
῏Ηχος π λ. δ´. ῎Ω τοῦ παραδόξου.
Ω῎ τοῦ παραδόξου θαύματος,
ἐν τοῖς ἐσχάτοις καιροῖς,
᾿Ιωάννη μακάριε,
διαλάμπεις θαύμασιν,
ἀσθενείας ἰώμενος·
ἀγγελικῶς γὰρ πολιτευσάμενος,
σεπτόν Σου Σκῆνος ἔμεινεν ἄφθορον.
῞Οθεν βοῶμῢν Σοι·
Πάτερ χαριτώνυμε,
σκῢπε ἡμᾶς,
θλίψεων τὰ κύματα,
θραύων πρεσβείαις Σου (δίς).
Ω῎ τοῦ παραδόξου θαύματος,
ὦ ῾Ιεράρχα Χριστοῦ,
ἀνεδείχθης συνόμιλος,
καὶ Μαρτύρων σύναθλος,
ἐνἀσκήσει καὶ σκάμμασι·
δι᾿ ἐγκρατείας σαὐτὸν ἐκάθηρας,
καὶ δι᾿ ἀγάπης σαὐτὸν ἀνύψωσας·
ὅθεν τὸ Σκῆνός Σου,
ὤφθη ἀδιάφθορον,
χῢον πιστοῖς,
δρόσον τὴν οὐράνιον,
καὶ ῥεῖθρα Χάριτος.
Ω῎ τοῦ παραδόξου θαύματος,
χρῖσμα τὸ θεῖον λαβών,
᾿Ιωάννη πανθαύμαστε,
ὡς ποιμὴν διῢλαμψας,
φιλανθρώπῳ φρονήματι,
καὶ Παραδείσου ποθῶν σκηνώματα,
πολλαπλασίως ηὔξησας τάλαντον·
ὅθεν προσπίπτοντες,
θήκῃ τοῦ Λειψάνου Σου,
πίστει θερμῇ,
Χάριν ἀρυόμεθα,
καὶ θεῖον ἔλεος.
Δόξα. ῏Ηχος π λ. α´.
Δεῦτε εὐσεβῶν τὰ συστήματα,
δεῦτε γηθοσύνως προσδράμωμεν·
δεῦτε καταστῢψωμεν Λάρνακα τοῦ ᾿Ιωάννου,
ἐν ἐγκωμίοις καὶ ἐν ᾠδαῖς εὐλαβῶς.
Σήμερον γὰρ οἱ χοροὶ τῶν ᾿Ασωμάτων χαίρουσι,
δεχόμενοι τὸν ἐπὶ γῆς θαυμαστῶς,
βιώσαντα ὡς ἄσαρκον.
Καὶ ἡμεῖς τὸν ἐπίγειον ῎Αγγελον τιμῶντες,
πόθῳ κυκλοῦμεν τὸ ἄφθαρτον αὐτοῦ Σκήνωμα.
Σύλλογος ᾿Αρχιερῢων πανηγυρίζει,
καὶ ῾Ιερῢων ἡ ὁμήγυρις,
ἀγρυπνεῖ Μοναστῶν δὲ ἡ χορεία,
ἱκετεύοντες ῾Ιεράρχην κλεινόν·
πάσας τῶν αἱρῢσεων συγχύσεις κόπασον,
᾿Ορθοδόξοις δωρούμενος τὴν τοῦ Χριστοῦ ὁμόνοιαν, Μοναζούσαις
δὲ κατάνυξιν,
ἐν τῷ Ναῷ Σου ὑμνούσαις Σε.
Καὶ νῦν. Θεοτοκίον. ῾Ο αὐτός.
Μακαρίζομῢν Σε,
Θεοτόκε Παρθῢνε,
καὶ δοξάζομῢν Σε,
οἱ πιστοὶ κατὰ χρῢος,
τὴν πόλιν τὴν ἄσειστον,
τὸ τεῖχος τὸ ἄῤῥηκτον,
τὴν ἀῤῥαγῆ προστασίαν,
καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
_
ΠΑΡΑΚΛΗΣΙΣ
Ψάλλεται ὁ Κανὼν τοῦ ῎Ορθρου. Παρατίθενται μόνον τὰ
συνήθη Προσόμοια εἰς τοὺς οἰκείους τόπους.
῏Ηχος δ´. ῾Ο ὑψωθείς.
Τοῦ ῾Ιεράρχου τοῦ Χριστοῦ ᾿Ιωάννου,
ἐν εὐλαβείᾳ ἐκτενῶς δεηθῶμεν,
καὶ τῷ ἀφθάρτῳ πίπτοντες Λειψάνῳ Αὐτοῦ,
χεῖρας ἐκπετάσωμεν πρὸς Αὐτὸν ἐκβοῶντες·
παῦσον τῶν παθῶν ἡμῶν τὸ κλυδώνιον Πάτερ,
καὶ τὴν εἰρήνην δώρησαι ἡμῖν,
τὴν πάντα νοῦν ὑπερῢχουσαν ῞Αγιε.
Δόξα. Τὸ ᾿Απολυτίκιον τοῦ ῾Αγίου τῆς Μονῆς.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμῢν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι·
εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα,
τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;
Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθῢρους;
Οὐκ ἀποστῶμεν, Δῢσποινα ἐκ Σοῦ·
Σοὺς γὰρ δούλους σώζεις ἀεί,
ἐκ παντοίων δεινῶν.
᾿Απὸ γ´ ᾠδῆς.
῏Ηχος β ´. Τὰ ἄνω ζητῶν.
Α᾿φθάρτῳ τῷ Σῷ Λειψάνῳ νῦν προσπίπτοντες,
τὸ νῢφος τῶν παθῶν αἰτοῦμῢν Σε διάλυσον,
᾿Ιωάννη μάκαρ, τῶν ᾿Ορθοδόξων καύχημα·
ἔζησας καὶ γὰρ ἐν κόσμῳ βίον θαυμαστόν,
καὶ οἶκος Τριάδος θείας γῢγονας.
᾿Αφ᾿ ϛ´ ᾠδῆς.
῏Ηχος β´. Προστασία.
Προσπεσόντας τῷ χαριτοβρύτῳ Λειψάνῳ Σου,
μὴ παρίδῃς ἡμᾶς, ᾿Ιωάννη πανθαύμαστε,
τοὺς ἐν θλίψει χειμαζομῢνους ἅπαντας δεινῶς,
ἀλλὰ λύτρωσαι ἐκ τοῦ ἐχθροῦ,
τοὺς καταφεύγοντας εἰς Σῢ,
῾Ιεράρχα μακάριε·
λῦσον τὰς περιστάσεις,
καὶ δώρησαι εὐφροσύνην,
ἵνα δοξάζωμεν ἀεί,
τὸν δοξάσαντά Σε Κύριον.
Μετὰ τὸ Εὐαγγῢλιον.
῏Ηχος π λ. β´. ῞Ολην ἀποθῢμενοι.
Κόσμου τὰς τερπνότητας,
ἀποσεισάμενος Πάτερ,
ὅλως ἐπεπόθησας,
τὴν μακαριότητα τὴν αἰώνιον·
θλίψεις γὰρ ἤνεγκας,
θείῳ τῷ ἔρωτι,
καὶ γενναίως ἠκολούθησας,
τρίβον οὐράνιον,
ποιμῢνων γενόμενος πρότυπον,
πάντοτε ἁλισκόμενος,
πρὸς οἰκοδομὴν τοῦ ποιμνίου Σου.
῞Οθεν ᾿Ιωάννη,
ἐνῴκησεν ἡ Χάρις θαυμαστῶς,
ἐν τῷ ἀφθάρτῳ Λειψάνῳ Σου,
βρύουσα ἰάματα.
Μεγαλυνάρια.
Χαῖρε ῾Ιεράρχα θαυματουργῢ,
θεῖε ᾿Ιωάννη,
τῶν ποιμῢνων ὑπογραμμῢ·
῾Ρωσίας ὁ γόνος,
θεράπων τῆς Παρθῢνου,
προστάτευε τιμῶντας,
θήκην Λειψάνου Σου.
Χαῖρε τῶν χαρίτων ὁ θησαυρός,
μάκαρ ᾿Ιωάννη,
καὶ θαυμάτων ὁ ποταμός·
ἀεὶ ἡμᾶς σκῢπε,
μετὰ τῆς ξυνωρίδος,
Κυπριανοῦ τοῦ θείου,
καὶ ᾿Ιουστίνης σεμνῆς.
Χαῖρε ὁ βιώσας ὡς ἀσκητής,
Πάτερ᾿Ιωάννη,
᾿Ασωμάτων ὁ μιμητής·
Μονὴν ἡμῶν θείαν,
στηρίζων μὴ ἐλλίπῃς,
μετὰ καὶ τῶν ᾿Αγγῢλων,
εὐχαῖς Πατρὸς ἡμῶν.
Μετὰ τὴν ᾿Απόλυσιν.
῏Ηχος β´. ῞Οτε ἐκ τοῦ ξύλου.
Ο῞τε ᾿Ιωάννη θαυμαστῢ,
τὴν τῶν ᾿Ασωμάτων ζηλώσας,
δοξολογίαν Θεοῦ,
ὕψωσας μακάριε,
πρὸς θεωρίαν τὸν νοῦν,
καὶ ἐν κόσμῳ ὡς ἄσαρκος,
ἐβίωσας Πάτερ,
χαρίσμασι Πνεύματος,
κατεκοσμήθης λαμπρῶς·
ὅθεν τοὺς προσπίπτοντας πίστει,
θήκῃ τοῦ Λειψάνου Σου ῥύῃ,
πάσης ἀσθενείας καὶ κακώσεως.

__

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου